Add parallel Print Page Options

οὐ βραδύνει [a]κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς [b]ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 ἥξει δὲ [c]ἡμέρα κυρίου ὡς [d]κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα [e]λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα [f]εὑρεθήσεται.

11 Τούτων [g]οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται· 13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 3:9 κύριος WH Treg NIV] ὁ κύριος RP
  2. ΠΕΤΡΟΥ Β΄ 3:9 ὑμᾶς WH Treg NIV] ἡμᾶς RP
  3. ΠΕΤΡΟΥ Β΄ 3:10 ἡμέραWH Treg NIV] ἡ ἡμέρα RP
  4. ΠΕΤΡΟΥ Β΄ 3:10 κλέπτης WH Treg NIV] + ἐν νυκτί RP
  5. ΠΕΤΡΟΥ Β΄ 3:10 λυθήσεται WH Treg NIV] λυθήσονται RP
  6. ΠΕΤΡΟΥ Β΄ 3:10 εὑρεθήσεται WH Treg NIV] κατακαήσεται RP; οὐχ εὑρεθήσεται em ECM
  7. ΠΕΤΡΟΥ Β΄ 3:11 οὕτως WH NIV] οὖν Treg RP